ΔΕΗΣΙΣ

ὑπὲρ τοῦ δοκιμαζομένου λαοῦ

τῆς Πατρίδος μῶν

 

 Ας προσευχόμαστε όλοι καθημερινά

για την πολύπαθη Πατρίδα μας και τους Έλληνες,

να κρατήσουμε την Πίστη μας, να μετανοήσουμε,

να μας σκεπάσει η Χάρις του Κυρίου, της Παναγίας και των Αγίων

και να έχουμε καλή ΑΝΑΣΤΑΣΗ και προσωπική και για το Γένος ημών.

 

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς μῶν, ὁ Θεὸς τῶν Δυνάμεων, ὁ πάσης κτίσεως δημιουργός, ὁ διακυβερνῶν τὰ σύμπαντα ἐν ἀπείρῳ καὶ ἀκαταλήπτῳ σοφίᾳ· ὁ διακρατῶν τὰς λυχνίας τῶν ὀρθόδοξων ἐκκλησιῶν ἐν τῇ χειρί Σου· ὁ ἀρχηγὸς τῆς πίστεως ἡμῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ τῷ ἐξουθενημένῳ καὶ τεταπεινωμένῳ ἐν Ἑλλάδι ποιμνίῳ Σου, ὅτι λύκοι βαρεῖς ἐπέπεσαν ἐπὶ τῷ ἔθνει ἡμῶν.

Πανάγαθε Δέσποτα, κλυδωνιζόμενοι ἐν τοῖς κύμασι τῶν ἀντιθέων δυνάμεων, κραυγάζομεν ὡς ὁ Ἅγιός Σου Ἀπόστολος Πέτρος: Ἐπιστάτα, σῶσον ἡμᾶς ἀπολλύμεθα. Μὴ παρίδης, Πολυεύσπλαγχνε Δέσποτα, τὰς ἱκεσίας μῶν, μηδὲ καταισχύνῃς τὴν εἰς Σὲ προσδοκίαν μῶν.

Ὑπεραγαθὲ Κύριε Ἰησοῦ Χριστέ, ὁ ἀνιστῶν ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρων πτωχόν, ὕψωσον τὸ κέρας τοῦ ὀρθόδοξου λαοῦ Σου· Εὔσπλαγχνε Κύριε, μὴ ἐγκαταλίπῃς μᾶς εἰς τέλος καὶ μὴ εἰσενέγκῃς μᾶς εἰς πειρασμὸν ὑπὲρ δύναμιν, ἀλλὰ ρσαι μᾶς ἐκ τῆς λαίλαπος τοῦ ἀθεϊσμοῦ, τῶν αἱρέσεων, τῆς πλάνης τοῦ οἰκουμενισμοῦ, τοῦ ὀλεθρίου συγκρητισμοῦ καὶ τῆς σχάτης ἐκλύσεως τῶν ἠθῶν, ὁδηγῶν μᾶς εἰς τρίβους σωτηρίας καὶ ἐπισκιάζων μᾶς τῷ Πνεύματί Σου τῷ Ἁγίῳ.

Σῶσον μᾶς, Παντοδύναμε, ὁ δυνάμενος ἐν ἐνὶ νεύματι συντρίψαι τοὺς ἐχθρούς Σου, ὡς σκεύη κεραμέως. Κατάπαυσον τὸν κλύδωνα τῶν πειρασμῶν, κατεύθυνον τοὺς ταγοὺς τῆς ἁγιώτατης Ἐκκλησίας καὶ τοὺς ἄρχοντας τῆς φιλτάτης πατρίδος μῶν, στήριξον τὸν στρατὸν καὶ τοὺς ἡγήτορας αὐτοῦ κραταίωσον, παραμύθησον τὸν τεθλιμμένον καὶ ἀπεγνωσμένον λαόν Σου, ὅτι κύνες πολλοὶ εἰσήλθοσαν ἐν τῇ γίᾳ Σου Μάνδρα.

Μακρόθυμε καὶ ἀνεξίκακε Κύριε, ὁ Σταυρὸν καὶ θάνατον δὶ΄ἡμᾶς ὑπομείνας, μὴ καταλίπης μᾶς. Γινώσκομεν τὴν ἀσθένειαν καὶ τὴν εὐτέλειαν μῶν. Σοὶ μόνῳ ἁμαρτάνομεν, ἀλλὰ καὶ Σοὶ μόνῳ λατρεύομεν· οὐκ οἴδαμεν προσκυνεῖν Θεῷ ἀλλοτρίῳ, οὐδὲ διαπετάζειν πρὸς ἕτερον Θεὸν τὰς ἑαυτῶν, Δέσποτα, χερας. Ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν Σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλῳ μίν. Ὅθεν μὴ τῷ θυμῷ Σου ἐλέγξς μᾶς, μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς μᾶς, μηδὲ διὰ τὰς πολλς μῶν ἁμαρτίας ἀπωλέσῃς μᾶς.

Σοῦ δεόμεθα καὶ Σὲ κετεύομεν μὴ κινήσῃς τῆν λυχνίαν Σου ἐκ τοῦ μαρτυρικοῦ τόπου τῆς πατρίδος μῶν. Ἐνίσχυσον τὸν χριστώνυμον λαόν Σου φυλάττειν καὶ ὑπηρετεῖν τὴν γίαν μῶν πίστιν εἰς τὴν Ἀΐδιον καὶ Ζωοποιὸν Τριάδα, δυνάμει τοῦ Ζωοποιοῦ Σου Σταυροῦ, καὶ κεσίαις τῆς Ὑπεραγίας Δεσποίνης μῶν Θεοτόκου, τῆς ἀκαταμαχήτου μῶν προστασίας καὶ ἐλπίδος.

Διὰ πρεσβειῶν τῶν γίων Σου ὁμολογητῶν καὶ μαρτύρων, τῶν σίων ἀσκητῶν καὶ ἀσκητριῶν φώτισον τοὺς ἀρχιερεῖς, κληρικοὺς καὶ μοναχοὺς καὶ τὸ λείμμα τοῦ πιστοῦ λαοῦ Σου, να ἐμμένωμεν σταθεροὶ καὶ ἀκλόνητοι εἰς τὴν τήρησιν τῶν εὐαγγελικῶν Σου ἐπιταγῶν, καὶ να ὁμολογῶμεν ἐν παρρησίᾳ τὰ τῆς γίας μῶν πίστεως δόγματα καὶ θεσπίσματα, τοῖς ἁγίοις ἠμῶν πατράσιν ἑπόμενοι.

Εὐλόγησον, Πανάγαθε Κύριε, τὸ ἔθνος μῶν καὶ τήρησον αὐτὸ ἐν τῇ ὀρθοδόξῳ πίστει καὶ ἐν ἀδιαπτώτῳ ἐλευθερία. Δώρησαι πνεῦμα συντριβῆς καὶ μετανοίας τῷ λαῷ Σου. Εὐλόγησον τὸν κόσμον Σου ἅπαντα καὶ εἰρήνευσον τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

Μνήσθητι, Κύριε, τῶν ἁπανταχοῦ τς γῆς Ὀρθόδοξων Χριστιανῶν καὶ εὐδόκησον να γνωρίσωσί Σε ἐν Πνεύματι Ἁγίῳ πάντες οἱ λαοὶ τῆς γῆς. Ἀμήν.

 

Για να κατεβάσετε την Προσευχή αυτή:

 - σε μορφή PDF, πατήστε: ΕΔΩ.

 - σε μορφή PDF, μονοσέλιδο, πατήστε ΕΔΩ.