Επιλεγμένα Τροπάρια των Αγίων
ΕΠΙΛΕΓΜΕΝΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΑΓΙΩΝ:
Ἀπολυτίκιον
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. (Ὁσίου Γερασίμου Μικραγιαννανίτου)
Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὀσιομαρτύρων τὴν δόξαν, Ῥαφαὴλ εὐφημήσωμεν, ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ὑπερφυῶς ὀπτάνεται τοῖς κράζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Έτερον Ἀπολυτίκιον, ἐπί τῇ εὐρέσει τῶν Ἱερῶν Λειψάνων
Ἦχος δ’. Ταχὺ προκατάλαβε. (Ὁσίου Γερασίμου Μικραγιαννανίτου)
Τοῦ θείου Λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς, δοθείσης σοι χάριτος· σὺ γὰρ Ὁσιομάρτυς, Ῥαφαὴλ παραδόξως, φαίνῃ πλείστοις ἀνθρώποις, καὶ ἰάσεις παρέχεις· διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα.
Έτερον Ἀπολυτίκιον (Χαραλάμπους Μπούσια)
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Τὸν ἀρτίως φανέντα Ἱερομάρτυρα ἐν τῇ Θερμῇ ὡς ἀστέρα νεολαμπῆ καὶ βολαῖς τῶν αὐτοῦ θαυμάτων λάμποντα τοῖς πέρασι, δεῦτε, προθύμως οἱ πιστοί, Ῥαφαὴλ τὸν θεαυγῆ, τιμήσωμεν ἐκβοῶντες· Χριστὸν δυσώπει ἀπαύστως ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Έτερον Ἀπολυτίκιον, ἐπί τῇ εὐρέσει τῶν Ἱερῶν Λειψάνων
Ἦχος δ’. Τῆς ἐρήμου πολίτης. (Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ῥαφαήλ, 3ης Ιουλίου)
Μαρτυρίῳ τελέσας, τὸν ἰσάγγελον βίον σου, ἐν φωτὶ τῆς δόξης Κυρίου, Ῥαφαήλ κατεσκήνωσας, καὶ ταύτης ἀπαστράπτων τὰς βολὰς, ἀεὶ ἐκ τῶν λειψάνων σου σοφέ, καταυγάζεις ὑπὲρ ἔννοιαν τὰς ψυχάς, τῶν εὐσεβῶς βοόντων σοι· Δόξᾳ τῷ σὲ δοξάσαντι Χριστῷ, δόξᾳ τῷ σὲ ἀναδείξαντι, δόξᾳ τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἱάματα.
Κοντάκιον. (Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ῥαφαήλ, 3ης Ιουλίου)
Ἤχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Ἀπὸ τοῦ τάφου θαυμασταῖς ἀποκαλύψεσι, τῇ Ἐκκλησίᾳ Ῥαφαὴλ ὡς ἄστρον ἔλαμψας, τῶν θαυμάτων ἀπαστράπτων τῇ φωταυγείᾳ, καὶ διώκων τὴν σκοτίαν πάσης θλίψεως, ἐκ καρδίας τῶν ἐκ πόθου προσιόντων σοι, καὶ βοώντων σοι· Χαίροις Πάτερ πολύαθλε.
Ἐξαποστειλάριον. (Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ῥαφαήλ, 3ης Ιουλίου)
Τοῖς μαθηταῖς συνέλθωμεν.
Μαρτυρικὸν γυμνάσιον, ἐν τῇ Λέσβῳ τελέσας, καὶ προχοαῖς αἰμάτων σου, τὴν στολήν σου φοινίξας, ἐν οὐρανοῖς στεφανίτης, Ῥαφαὴλ τῷ Δεσπότῃ, τῆς κτίσεως παρίστασαι, καὶ θαυμάτων δυνάμεις, τοῖς ἐπὶ γῆς, ἐνεργεῖς λειψάνοις σου τοῖς τιμίοις· διό σε μακαρίζομεν, οἱ πιστοὶ κατὰ χρέος.
Μεγαλυνάρια (Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ῥαφαήλ, 3ης Ιουλίου)
Ἕλαμψας ἐκ τάφου ὥσπερ φωστήρ, τῇ ἀποκαλύψει, τῶν λειψάνων σου Ῥαφαήλ, φωτίζων τῇ αἴγλη, τῶν θαυματουργιῶν σου, Χριστοῦ τῆς ἐκκλησίας, ἀεὶ τὸ πλήρωμα.
Κρήνην κεκτημένοι ἁγιασμοῦ, Ῥαφαὴλ τρισμάκαρ, τῶν λειψάνων σου τὴν σορόν, προσπίπτομεν ταύτῃ, καὶ ἐν ἀγαλλιάσει, θαυμάτων σου τὴν χάριν, ἀνακηρύττομεν.
Ἀπολυτίκιον (Μητροπ. Γουμενίσσης Δημητρίου Μπεκιάρη)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σεπτὸν καλλιέργημα ἐν τῇ ἀμπέλῳ Χριστοῦ, Νικόλαε πάντιμε, τῇ γεωργίᾳ Πατρὸς καὶ Πνεύματος χάριτι, εὔκαρπος ἀνεδείχθης καὶ πιστὸς μέχρι τέλους, ὃθεν καὶ ἐκβλυστάνεις τὸν γλυκύτατον οἰνον τῶν θείων πρεσβειῶν σου, μάρτυς πανένδοξε.
Ἔτερον Ἀπολυτίκιον, ἐπί τῇ εὐρέσει τῶν Ἱερῶν Λειψάνων (Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Νικολάου, 13ης Ιουνίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς σκεῦος πολύτιμον, τῆς χάριτός σου ἡμῖν, τὸ θεῖόν σου λείψανον, ἀπεκαλύφθη τῇ σῇ, προνοίᾳ Νικόλαε· ὃθεν ἐν τῇ εὐρέσει, ἑορτάζοντες τούτου, πάντες σε εὐφημοῦμεν, ἐκ καρδίας βοῶντες· Μὴ παύσῃ προστατεύων ἀεί, ἡμῶν τῶν τιμώντων σε.
Κοντάκιον. (Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Νικολάου, 13ης Ιουνίου)
Ἤχος δ´. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ ἐναθλήσας, καὶ ἐν ὑψίστοις δοξασθεὶς ὑπὲρ λόγον, τοῖς ἐπὶ γῆς τιμῶσί σε, ἐν ὓμνοις εὐσεβῶς, χύδην τῶν ἱάσεων, ἐκ πηγῆς σωτηρίου, τῶν σεπτῶν λειψάνων σου, ἀναβλύζεις τὰ ῥεῖθρα, εἰς θεραπείαν νόσων χαλεπῶν, Ὁσιομάρτυς θεόφρον Νικόλαε.
Μεγαλυνάρια (Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Νικολάου, 13ης Ιουνίου)
Χάριτος πηγάζει τοὺς ποταμούς, Νικόλαε Πάτερ, τῶν λειψάνων σου ἡ σορός· ὃθεν προσιόντες, αὐτῇ ἐν εὐλαβείᾳ, ψυχῶν τε καὶ σωμάτων, ῥῶσιν λαμβάνομεν.
Δεῦτε ἐν τῇ μάνδρα τῶν Καρυῶν, προσέλθωμεν πάντες, καὶ προσπέσωμεν εὐλαβῶς, λειψάνων τῇ θήκῃ, τοῦ θείου Νικολάου· θαυμάτων γὰρ προχέει, ῥεῖθρα σωτήρια.
Ἀπολυτίκιον
(Ἀρχιμ. Παχωμίου Σούγιουλτζη, 1992, Ἀκολουθία 9ης Ἀπριλίου)
Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὸν ὡραιότατον Χριστὸν ἐπόθησας, καὶ τὰ ἐπίγεια πάντα παρέβλεψας, ἀθλητικῶς ἐπὶ τῆς γῆς Εἰρήνη βιοτεύσασα. Ὃθεν τῷ σεπτῷ σου τιμῶμεν μαρτύριον, καὶ περιπτυσσόμεθα τὴν σορὸν τῶν λειψάνων σου, ἐξ ἧς ἡμῶν πηγάζεις ἱάματα, πᾶσι τοῖς πόθῳ προσιοῦσί σοι.
Ἔτερον Ἀπολυτίκιον
(Μητροπ. Γουμενίσσης Δημητρίου Μπεκιάρη)
Ἦχος γ´. Μέγαν εὔρατο.
Κρίνον εὔοσμον τοῦ Παρακλήτου, κλέος ἔνθεον Θερμῆς τῆς Λέσβου ἀναδέδειξαι, Εἰρήνη καλλιπάρθενε, δύο καὶ δέκα ἐτῶν ἐμαρτύρησας καὶ ἐπ’ ἐσχάτων τῷ κόσμῳ ἐξέλαμψας, νύμφη πάναγνε, λιταῖς σου θείαις εἰρήνευσον, ἡμᾶς πρὸς Χριστὸν εὐίλατον, τούς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.
Ἀπολυτίκιον, ἐπί τῇ εὐρέσει τῶν Ἱερῶν Λειψάνων
(Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, 12ης Μαΐου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς θεῖον θησαύρισμα, ἐκ τῶν ταμείων τῆς γῆς, φρικτῶς ἐφανέρωσας, τὰ λείψανά σου ἡμῖν, Εἰρήνη πανεύφημε. Ὃθεν σε εὐφημοῦμεν, τὴν ἀνεύρεσιν τοῦτων, ἄγοντες ἑορτίως, τῇ παρούσῃ ἡμέρα. Ἀλλ’ αἴτει παῤῥησίᾳ ἡμῖν, πταισμάτων τὴν ἄφεσιν.
Κοντάκιον
(Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, 12ης Μαΐου)
Ἤχος β´. Πρεσβεία θερμή.
Λειψάνων τῶν σῶν, συμφώνως ἑορτάζοντες, τὴν εὔρεσιν νῦν, Εἰρήνη εἰρηνώνυμε, ἐκ ψυχῆς βοῶμεν σοι· Ἀσινεῖς ἐκ νόσων καὶ θλίψεων, ταῖς σαῖς πρεσβείαις φύλαττε ἡμᾶς, τοὺς ὓμνους κροτοῦντας ἐκ καρδίας σοι.
Εξαποστειλάριον
(Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, 12ης Μαΐου)
Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Παρθενομάρτυς Εἰρήνη, σὺν τοῖς συνάθλοις σου θερμῶς, εἰρήνην αἴτει καὶ χάριν, ταῖς ἱκεσίαις σου ἡμῖν, ἐκ πόθου ἀσπαζομένοις, τὸ ἱερὸν λείψανόν σου.
Μεγαλυνάριον
(Μητροπ. Ρόδου Κυρίλλου Κογεράκη, Ἀκολουθία εὐρέσεως τῶν τιμίων λειψάνων τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, 12ης Μαΐου)
Δεῦτε ἀσπασώμεθα ἀδελφοί, λειψάνων τὴν θήκην, τῆς Εἰρήνης τῆς εὐκλεοῦς· θαυμάτων γὰρ βλύζει, τὰ νάματα ἀφθόνως, καὶ πάθη ἀποπλύνει, ψυχῆς καὶ σώματος.
Ἀπολυτίκιον
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.
Ἔτερον Ἀπολυτίκιον.
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου, Παρακλητικὸς Κανὼν τῶν Ἁγίων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης)
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ τῶν Μαρτύρων θαυμαστὴ προστασίᾳ, τῶν ἐν Θερμῇ ἠμὶν ἀρτίως φανέντων, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ραφαὴλ μακάριε, καὶ Νικόλαε θεῖε, καὶ Εἰρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῇς, τοὺς τὴ πρεσβεία ὑμῶν καταφεύγοντας.
Ἔτερον Ἀπολυτίκιον
(Δρ. Χαραλάμπους Μπούσια, Ἀκολουθία τῶν Ἁγίων Συνάθλων καὶ Προάθλων τοῦ Ἱερομάρτυρος Ραφαήλ, Τετάρτης τοῦ Πάσχα)
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Θαυμασίων ἀγάλματα νεοσμίλευτα, νεοφανεῖς ἀθλοφόρους τῶν Καρυῶν τῆς Θερμῆς, Ῥαφαὴλ στεῤῥόν, Εἰρήνην καὶ Νικόλαον, μέλψωμεν ὕμνοις μελιχροῖς μιαιφόνοις τοὺς χερσὶν ἀπίστων ἀναιρεθέντας ὡς ἰατροὺς ἀναργύρους καὶ ἐναργεῖς πιστῶν συλλήπτορας.
Ἔτερον Ἀπολυτίκιον
(Ἀρχιμ. Παχωμίου Σούγιουλτζη, 1992, Ἀκολουθία 9ης Ἀπριλίου, ἐλαφρῶς παραλλαγμένο)
Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἀρετῶν ταῖς ἰδέαις καταστραπτόμενοι, μαρτυρίου τῷ φέγγει ὡραϊζόμενοι, ὑπὲρ ἣλιον σοφοὶ ἐκλάμπετε ἀδαμάντινοι, καὶ φωτίζετε ἀληθῶς, τοὺς ἐκτελοῦντας ὑμῶν πιστῶς, τὴν μνήμην τὴν φωτοφόρον, Ραφαήλ Νικόλαε καὶ Εἰρήνη, καὶ προσκυνούντων ὑμῶν τίμια λείψανα.
Ἔτερον Ἀπολυτίκιον
(Μητροπ. Γουμενίσσης Δημητρίου Μπεκιάρη)
Ἦχος γ´. Τὴν ὡραιότητα.
Λυχνία τρίφωτος, Χριστοῦ ἐδείχθητε, ἃγιοι Μάρτυρες, Λέσβου τὸ καύχημα, τὴν Ἐκκλησίαν ταῖς αὐγαῖς φαιδρύνονυες τῶν θαυμάτων, Ραφαήλ πανθαύμαστε, ἱερέων εὐπρέπεια, ἔνδοξε Νικόλαε, διακονίας κειμήλιον, καὶ ρόδον παρθενίας Εἰρήνη· ὃθεν ὑμᾶς ἀνευφημοῦμεν.
Κοντάκιον
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου)
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκοτες, καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, ξενοπρεπῶς ἡμῖν ἐφανερωθησαν, Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ θεία, καὶ οἱ συναθλήσαντες, μετ’ αὐτῶν θεοφρόνως, οὓς ὡς προστάτας καὶ θαυματουργούς, Ὁσιομαρτυρας, πάντες τιμήσωμεν.
Ἔτερον Κοντάκιον
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου, Ἀκολουθία τῶν Χαιρετισμῶν τῶν Ἁγίων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης)
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν Ῥαφαὴλ τὸν θαυμαστὸν Ἱερομάρτυρα, σὺν Νικολάῳ, καὶ Εἰρήνη ἀνυμνήσωμεν, τοὺς πλουσίως δοξασθέντας παρὰ Κυρίου· Ἐν Θερμῇ γάρ, ὡς ἀστέρες ἡμῖν ὤφθησαν, καὶ πυρσεύουσιν ἀπαύστως θείοις θαύμασι, τοὺς κραυγάζοντας· Ἀθληταὶ Χριστοῦ χαίρετε.
Ἔτερον Κοντάκιον
(Ἀρχιμ. Παχωμίου Σούγιουλτζη, 1992, Ἀκολουθία 9ης Ἀπριλίου)
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκ τῆς γῆς ἐκλάμψαντες, φωστήρων δίκην, ἀσεβείας ἄπασαν, ἀπεμειώσατε ἀχλύν, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.
Μεγαλυνάρια
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου)
Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ, Ῥαφαὴλ τὸν θεῖον, καὶ Νικόλαον τὸν σεπτόν, ἅμα σὺν Εἰρήνῃ, τῆς Λέσβου τοὺς προστάτας, ὡς πᾶσι βοηθοῦντας, ὕμνοις τιμήσωμεν.
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου, Παρακλητικὸς Κανὼν τῶν Ἁγίων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης)
Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ραφαὴλ τρισμάκαρ, καὶ τῆς Λέσβου ὁ ἀρωγός· χαίροις Διακόνων, Νικόλαε λαμπρότης· χαῖρε σεμνὴ Εἰρήνη, Χριστοῦ ὀσφράδιον.
Πάλαι ἐναθλήσαντες καρτερῶς, καὶ ἄρτι γνωσθέντες, ἐν τῇ Λέσβῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου, Ἅγιοι Μάρτυρες.
Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων πραγμάτων, σαφέστατα τὴν γνῶσιν, ὡς θεῖοι τοῦ Σωτῆρος, Ὁσιομάρτυρες.
Χαίρετε τῆς Λέσβου κλέος καινόν, τῆς Μονῆς πολιοῦχοι, καὶ προστᾶται τῶν Μοναχῶν, Ραφαὴλ παμμάκαρ, ὁμοῦ σὺν Νικολάῳ, καὶ τῇ σεμνῇ Εἰρήνῃ, πυρσοὶ θεόφωτοι.
Χαίρει κεκτημένη ὡς θησαυρούς, πλουτίζοντας πάντας ἰαμάτων ταῖς δωρεαῖς, Ῥαφαὴλ θεόφρον, σὺν θείῳ Νικολάῳ, ἡ Λέσβος τὰ πανέντιμα ὑμῶν λείψανα.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, πάσης ρύσασθε συμφορᾶς, Ραφαήλ, Εἰρήνη, ὁμοῦ σὺν Νικολάῳ, τὴν τῶν πταισμάτων λύσιν, ἡμῖν αἰτούμενοι.
(Δρ. Χαραλάμπους Μπούσια, Ἀκολουθία τῶν Ἁγίων Συνάθλων καὶ Προάθλων τοῦ Ἱερομάρτυρος Ραφαήλ, Τετάρτης τοῦ Πάσχα)
Χαίροις, ἱερόαθλε Ῥαφαήλ, σὺν τῷ Διακόνῳ, Νικολάῳ τῷ εὐλαβεῖ, καὶ σεμνῇ Εἰρήνῃ, ἀμνάδι τοῦ Κυρίου, πιστῶν οἱ ἱατήρες, καὶ ἀντιλήπτορες.
Ἀπολυτίκιον
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου, ἐλαφρῶς τροποποιημένο)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ· ἐν Σουλίῳ ἐνεφανίσθητε, Θείῳ ὁράματι καὶ ἡγιάσατε αὐτό. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον.
Έτερον Ἀπολυτίκιον
(Δρ. Χαραλάμπους Μπούσια)
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Ἐν Σουλίῳ τῷ Ἄνω ἐνεφανίσθητε, ἐν ᾧ Μονὴ ἀνηγέρθη, νεοφανεῖς αθληταί, Ῥαφαὴλ ἱερομάρτυς καὶ Νικόλαε, σὺν τῇ Εἰρήνη τῇ σεπτῇ, θαυμασίων αὐτουργοί, οἱ χάριτι εὐλογοῦντες, Ὑμῶν αὐτὴν ἀενάως, πιστῶν φρουροὶ καὶ ἀντιλήπτορες.
Μεγαλυνάρια
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου, ἐλαφρῶς τροποποιημένο)
Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ, Ῥαφαὴλ τὸν θεῖον, καὶ Νικόλαον τὸν σεπτόν, ἅμα σὺν Εἰρήνῃ, Χριστιανῶν προστάτας, ὡς πᾶσι βοηθοῦντας, ὕμνοις τιμήσωμεν.
(Ὁσίου Γερασίμου Μικραγιαννανίτου, Παρακλητικὸς Κανὼν τῶν Ἁγίων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης, ἐλαφρῶς τροποποιημένα)
Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ραφαὴλ τρισμάκαρ, καὶ Σουλίου ὁ ἀρωγός· χαίροις Διακόνων, Νικόλαε λαμπρότης· χαῖρε σεμνὴ Εἰρήνη, Χριστοῦ ὀσφράδιον.
Πάλαι ἐναθλήσαντες καρτερῶς, καὶ ἄρτι γνωσθέντες, ἐν Σουλίῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου, Ἅγιοι Μάρτυρες.
Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων πραγμάτων, σαφέστατα τὴν γνῶσιν, ὡς θεῖοι τοῦ Σωτῆρος, Ὁσιομάρτυρες.
Χαίρετε Σουλίου κλέος καινόν, τῆς Μονῆς πολιοῦχοι, καὶ προστᾶται τῶν ἀσθενῶν, Ραφαὴλ παμμάκαρ, ὁμοῦ σὺν Νικολάῳ, καὶ τῇ σεμνῇ Εἰρήνῃ, πυρσοὶ θεόφωτοι.
Χαίρετε κτηθέντες ὡς θησαυροί, πλουτίζοντες πάντας, ἱαμάτων ταῖς δωρεαῖς, Ραφαὴλ, Εἰρήνη, σὺν θείῳ Νικολάῳ, τὸν τόπον τοῦ Σουλίου καθηγιάσαντες.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, πάσης ρύσασθε συμφορᾶς, Ραφαήλ, Εἰρήνη, ὁμοῦ σὺν Νικολάῳ, τὴν τῶν πταισμάτων λύσιν, ἡμῖν αἰτούμενοι.
Διὰ τὰς Ἑορτὰς τῆς 24ης Ἰουλίου καὶ τῆς 2ας Σεπτεμβρίου (βλ. Ιστορικό της Μονής)
(Δρ. Χαραλάμπους Μπούσια)
Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Ῥαφαήλ, θαυμασίων κρουνὲ πολύῤῥυτε, Εἰρήνης καὶ Νικολάου συναθλητὰ νεαυγές, ἀνεγέρσεως Μονῆς τόπον ὑπέδειξας, ξένως κατ’ ὃναρ (τὴν 24η Ἰουλίου) / καθ’ ὓπαρ (τὴν 2α Σεπτεμβρίου) εὐλαβεῖ, Ἀθλητά, ἐμφανισθείς, στεῤῥέ, ἱερομονάχῳ, ἐν Μαραθῶνος Σουλίῳ, πρὸς εὐσεβῶν ἐν βίῳ στήριξην.
Κοντάκιον
Ἤχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Νεοφανέντας Ῥαφαήλ τε καὶ Νικόλαον, ἃμα Εἰρήνην, τοὺς κατ’ ὃναρ (τὴν 24η Ἰουλίου) / καθ’ ὓπαρ (τὴν 2α Σεπτεμβρίου) ὑποδείξαντας, ἱερεῖ εὐλαβουμένῳ αὐτοὺς τὸν τόπον, ἀνεγέρσεως Μονῆς σεπτῆς ὡς χὰριτος, εὐφημήσωμεν πυξίον καὶ βοήσωμεν, πόθῳ ἄπαντες· Χαίροις, Μάνδρας σου σέμνωμα.
Ὁ Οἶκος
Ἄριστε Νεομάρτυς,
Ῥαφαὴλ σὺν συνάθλων
δυάδι σου πρὸς δόμησιν Οἴκου
σοῦ παρώτρυνας ὑπερφυῶς
ἱερεῖ ἐν τόπῳ, ᾧ αὐτῷ ἔδειξας,
κοσμοῦντι νῦν το Σούλιον·
διὸ σοι εὐλαβῶς βοῶμεν
Χαῖρε, Σουλίου ὁ μαργαρίτης·
χαῖρε, τοῦ δήμου πιστῶν μεσίτης.
Χαῖρε, τῆς Ἰθάκης περίβλεπτον καύχημα·
χαῖρε, τῆς ἀγάπης Χριστοῦ ἐγκαλλώπισμα.
Χαῖρε, ὃτι ἐμαρτύρησας ἐν τῇ Λέσβῳ καρτερῶς·
χαῖρε, ὃτι χάριν εἴληφας οὐρανόθεν δαψιλῶς.
Χαῖρε, ἄρτι βαρβάρων ὁ κτανθεῖς ταῖς παλάμαις·
χαῖρε, θείων μαρτύρων ὁ συγχαίρων χορείαις.
Χαῖρε, νοσούντων τάχιστον ἳαμα·
χαῖρε, θαυμάτων ξένων θησαύρισμα.
Χαῖρε, ταχὺς Μαραθῶνος ἀκέστορ·
χαῖρε, σεπτὸς Ἐκκλησίας κοσμήτορ·
Χαίροις, Μάνδρας σου σέμνωμα.
Δοξαστικὸ τῶν Αἴνων
Ἦχος πλ. α´.
Νέα πηγὴ Σιλωὰμ ἡ ὑμῶν Μονὴ ἀνεδείχθη, Ἱερομάρτυς Ῥαφαήλ, Εἰρήνη καὶ Νικόλαε, ἀξιάγαστοι, ᾓν ὑποδείξει σεπτῇ ὑμῶν ἄρτι εὐσεβεῖς ἐδόμησαν, ἐν Μαραθῶνος λόφοις χαριτόβρυτοι Νεόαθλοι· αὐτῇ οὖν προσιόντες καὶ ἐν κατανύξει μεγαλύνοντες τὸ ὑμῶν μαρτύριον, τὰς θεοπειθεῖς ὑμῶν εὐχὰς ἐξαιτούμεθα.
Μεγαλυνάρια
Ῥαφαήλ, Νικόλαε θαυμαστέ, καὶ σεμνὴ Εἰρήνη, ὑπεδείξατε θαυμαστῶς, ἱερεῖ κατ’ ὃναρ (τὴν 24η Ἰουλίου) / καθ’ ὓπαρ (τὴν 2α Σεπτεμβρίου), δομήσεως τὸν τόπον, ὑμῶν ἐν Μαραθῶνος, Μάνδρας περίοικον.
Ἐποφθεῖς κατ’ ὃναρ (τὴν 24η Ἰουλίου) / καθ’ ὓπαρ (τὴν 2α Σεπτεμβρίου) τῷ ἱερεῖ, μετὰ σῶν συνάθλων καθυπέδειξας θαυμαστῶς, Ῥαφαήλ, τὸν τόπον, δομήσεως Μονῆς σου, κοσμούσης Μαραθῶνος νῦν, μάκαρ, Σούλιον.































































